호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣσ εἰπὼν ὄτρυνε πάροσ μεμαυῖαν Ἀθήνην, βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀί̈ξασα. οἱο͂ν δ’ ἀστέρα ἧκε Κρόνου πάϊσ ἀγκυλομήτεω ἢ ναύτῃσι τέρασ ἠὲ στρατῷ εὐρέϊ λαῶν λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρεσ ἱένται· τῷ ἐϊκυῖ’ ἠί̈ξεν ἐπὶ χθόνα Παλλὰσ Ἀθήνη, κὰδ δ’ ἔθορ’ ἐσ μέσσον· θάμβοσ δ’ ἔχεν εἰσορόωντασ Τρῶάσ θ’ ἱπποδάμουσ καὶ ἐϋκνήμιδασ Ἀχαιούσ· ὧδε δέ τισ εἴπεσκεν ἰδὼν ἐσ πλησίον ἄλλον· ἦ ῥ’ αὖτισ πόλεμόσ τε κακὸσ καὶ φύλοπισ αἰνὴ ἔσσεται, ἢ φιλότητα μετ’ ἀμφοτέροισι τίθησι Ζεύσ, ὅσ τ’ ἀνθρώπων ταμίησ πολέμοιο τέτυκται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기