- 텍스트

Homer, Iliad, Book 3 52:

(호메로스, 일리아스, Book 3 52:)

τὼ μὲν ἄρ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν, Ἀτρεΐδης δ ἀν ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.? ἀλλ οὔ τις δύνατο Τρώων κλειτῶν τ ἐπικούρων δεῖξαι Ἀλέξανδρον τότ ἀρηϊφίλῳ Μενελάῳ: οὐ μὲν γὰρ φιλότητί γ ἐκεύθανον εἴ τις ἴδοιτο: ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων: κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ ἐπίκουροι: νίκη μὲν δὴ φαίνετ ἀρηϊφίλου Μενελάου, ὑμεῖς δ Ἀργείην Ἑλένην καὶ κτήμαθ ἅμ αὐτῇ ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τιν ἐοίκεν, ἥ τε καὶ ἐσσομένοισι μετ ἀνθρώποισι πέληται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION