호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν δ αὖτ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα:? ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἐείπες: ἤδη γὰρ καὶ δεῦρό ποτ ἤλυθε δῖος Ὀδυσσεὺς σεῦ ἕνεκ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ: τοὺς δ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα, ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά. ἀλλ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, ἄμφω δ ἑζομένω γεραρώτερος ἠε῀ν Ὀδυσσεύς: ἀλλ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε, παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος οὐδ ἀφαμαρτοεπής: ἦ καὶ γένει ὕστερος ἠε῀ν. ἀλλ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας, σκῆπτρον δ οὔτ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα, ἀλλ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς: φαίης κε ζάκοτόν τέ τιν ἔμμεναι ἄφρονά τ αὔτως. ἀλλ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἱή καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν, οὐκ ἂν ἔπειτ Ὀδυσῆΐ γ ἐρίσσειε βροτὸς ἄλλος: οὐ τότε γ ὧδ Ὀδυσῆος ἀγασσάμεθ εἶδος ἰδόντες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기