호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣσ φάτο, τὸν δ’ ὁ γέρων ἠγάσσατο φώνησέν τε· ὦ μάκαρ Ἀτρεί̈δη μοιρηγενὲσ ὀλβιόδαιμον, ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν. ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν, ἔνθα ἴδον πλείστουσ Φρύγασ ἀνέρασ αἰολοπώλουσ λαοὺσ Ὀτρῆοσ καὶ Μυγδόνοσ ἀντιθέοιο, οἵ ῥα τότ’ ἐστρατόωντο παρ’ ὄχθασ Σαγγαρίοιο· καὶ γὰρ ἐγὼν ἐπίκουροσ ἐὼν μετὰ τοῖσιν ἐλέχθην ἤματι τῷ ὅτε τ’ ἦλθον Ἀμαζόνεσ ἀντιάνειραι· ἀλλ’ οὐδ’ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπεσ Ἀχαιοί.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기