호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ’ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν· αἰδοῖόσ τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινόσ τε· ὡσ ὄφελεν θάνατόσ μοι ἁδεῖν κακὸσ ὁππότε δεῦρο υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούσ τε λιποῦσα παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν. ἀλλὰ τά γ’ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα. τοῦτο δέ τοι ἐρέω ὅ μ’ ἀνείρεαι ἠδὲ μεταλλᾷσ· οὗτόσ γ’ Ἀτρεί̈δησ εὐρὺ κρείων Ἀγαμέμνων, ἀμφότερον βασιλεύσ τ’ ἀγαθὸσ κρατερόσ τ’ αἰχμητήσ· δαὴρ αὖτ’ ἐμὸσ ἔσκε κυνώπιδοσ, εἴ ποτ’ ἐήν γε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기