호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἳ δ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην Λάμπόν τε Κλυτίον θ Ἱκετάονά τ ὄζον Ἄρηος Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω ἡάτο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι, γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ ἀγορηταὶ ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθ ὕλην δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι:? τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ ἐπὶ πύργῳ. οἳ δ ὡς οὖν εἴδονθ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν, ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ ἀγόρευον: οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς τοιῇδ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν: αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἐοίκεν: ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦς ἐν νηυσὶ νεέσθω, μηδ ἡμῖν τεκέεσσί τ ὀπίσσω πῆμα λίποιτο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기