- 텍스트

Homer, Iliad, Book 3 8:

(호메로스, 일리아스, Book 3 8:)

τὸν δ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν:? ἦ τέ κεν ἤδη λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ ὅσσα ἐόργας. Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ αἴθ ὄφελες ἄγονός τ ἔμεναι ἄγαμός τ ἀπολέσθαι: καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἠε῀ν ἢ οὕτω λώβην τ ἔμεναι καὶ ὑπόψιον ἄλλων. ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν εἶδος ἔπ, ἀλλ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή. ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας, μιχθεὶς ἀλλοδαποῖσι γυναῖκ εὐειδέ ἀνῆγες ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ, δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ· οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον· γνοίης χ οἱού φωτὸς ἔχεις θαλερὴν παράκοιτιν: οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρ Ἀφροδίτης ἥ τε κόμη τό τε εἶδος ὅτ ἐν κονίῃσι μιγείης. ἀλλὰ μάλα Τρῶες δειδήμονες:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION