- 텍스트

Homer, Iliad, Book 2 69:

(호메로스, 일리아스, Book 2 69:)

οἳ δ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων, ἀγχίαλόν τ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην, τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε ζωὸς ἐών:? τότε δ ἤδη ἔχεν κάτα γαῖα μέλαινα. τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο καὶ δόμος ἡμιτελής: τὸν δ ἔκτανε Δάρδανος ἀνὴρ νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν. οὐδὲ μὲν οὐδ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν: ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου ὁπλότερος γενεῇ: ὁ δ ἅμα πρότερος καὶ ἀρείων ἡρ´ως Πρωτεσίλαος ἀρήϊος: οὐδέ τι λαοὶ δεύονθ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα: τῷ δ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION