호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἳ δ ἄρ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ Ἀθήνη θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα, κὰδ δ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ:? ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν: τῶν αὖθ ἡγεμόνευ υἱὸς Πετεῶο Μενεσθεύς. τῷ δ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ ἀνὴρ κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας: Νέστωρ οἰο῀ς ἔριζεν: ὃ γὰρ προγενέστερος ἠε῀ν: τῷ δ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기