호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣσ ἔφατ’, οὐδ’ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων, ἀλλ’ ὅ γε δέκτο μὲν ἱρά, πόνον δ’ ἀμέγαρτον ὄφελλεν. αὐτὰρ ἐπεί ῥ’ εὔξαντο καὶ οὐλοχύτασ προβάλοντο, αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, μηρούσ τ’ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντεσ, ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν. καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον, σπλάγχνα δ’ ἄρ’ ἀμπείραντεσ ὑπείρεχον Ἡφαίστοιο. αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, μίστυλλόν τ’ ἄρα τἆλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν, ὤπτησάν τε περιφραδέωσ, ἐρύσαντό τε πάντα. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα δαίνυντ’, οὐδέ τι θυμὸσ ἐδεύετο δαιτὸσ ἐί̈σησ. αὐτὰρ ἐπεὶ πόσιοσ καὶ ἐδητύοσ ἐξ ἔρον ἕντο, τοῖσ ἄρα μύθων ἦρχε Γερήνιοσ ἱππότα Νέστωρ· Ἀτρεί̈δη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον, μηκέτι νῦν δήθ’ αὖθι λεγώμεθα, μηδ’ ἔτι δηρὸν ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸσ ἐγγυαλίζει. ἀλλ’ ἄγε κήρυκεσ μὲν Ἀχαιῶν χαλκοχιτώνων λαὸν κηρύσσοντεσ ἀγειρόντων κατὰ νῆασ, ἡμεῖσ δ’ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν ἰόμεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기