호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ αὐτός:? Ἀτρεΐδης δ ἑτέρωθεν ἐμήνιε: τοῖσι δὲ Νέστωρ ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής, τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή: τῷ δ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων ἐφθίαθ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ ἐγένοντο ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν: ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν: ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει: ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν, οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δ ἐστὲ μάχεσθαι. ἀλλὰ πίθεσθ: ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο: ἤδη γάρ ποτ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ οἵ γ ἀθέριζον. οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι, οἱο῀ν Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν Καινέα τ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον Θησέα τ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν: κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν: κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν. καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν τηλόθεν ἐξ ἀπίης γαίης: καλέσαντο γὰρ αὐτοί: καὶ μαχόμην κατ ἔμ αὐτὸν ἐγώ: κείνοισι δ ἂν οὔ τις τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο: καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ: ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον: μήτε σὺ τόνδ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην, ἀλλ ἐά ὥς οἱ πρῶτα δόσαν γέρας υἱε῀ς Ἀχαιῶν: μήτε σὺ Πηλείδη ἔθελ ἐριζέμεναι βασιλῆϊ ἀντιβίην, ἐπεὶ οὔ ποθ ὁμοίης ἔμμορε τιμῆς σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν. εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ, ἀλλ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει. Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος: αὐτὰρ ἔγωγε λίσσομ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν ἑρ´κος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기