- 텍스트

Homer, Iliad, Book 1 26:

(호메로스, 일리아스, Book 1 26:)

Πηλεΐδης δ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο:? οἰνοβαρές, κυνὸς ὄμματ ἔχων, κραδίην δ ἐλάφοιο, οὔτέ ποτ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι οὔτε λόχον δ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν τέτληκας θυμῷ: τὸ δέ τοι κὴρ εἴδεται εἶναι. ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν δῶρ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ: δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις: ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο. ἀλλ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὁρ´κον ὀμοῦμαι: ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, οὐδ ἀναθηλήσει: περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλά τε καὶ φλοιόν: νῦν αὖτέ μιν υἱε῀ς Ἀχαιῶν ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας πρὸς Διὸς εἰρύαται: ὃ δέ τοι μέγας ἔσσεται ὁρ´κος: ἦ ποτ Ἀχιλλῆος ποθὴ ἵξεται υἱᾶς Ἀχαιῶν σύμπαντας: τότε δ οὔ τι δυνήσεαι ἀχνύμενός περ χραισμεῖν, εὖτ ἂν πολλοὶ ὑφ Ἕκτορος ἀνδροφόνοιο θνήσκοντες πίπτωσι: σὺ δ ἔνδοθι θυμὸν ἀμύξεις χωόμενος ὅ τ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION