호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς φάτο:? Πηλεΐωνι δ ἄχος γένετ, ἐν δέ οἱ ἦτορ στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν, ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ τοὺς μὲν ἀναστήσειεν, ὃ δ Ἀτρεΐδην ἐναρίζοι, ἠε῀ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν. ἡο῀ς ὃ ταῦθ ὡρ´μαινε κατὰ φρένα καὶ κατὰ θυμόν, ἕλκετο δ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ Ἀθήνη οὐρανόθεν: πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε: στῆ δ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα οἰῴ φαινομένη: τῶν δ ἄλλων οὔ τις ὁρᾶτο: θάμβησεν δ Ἀχιλεύς, μετὰ δ ἐτράπετ, αὐτίκα δ ἔγνω Παλλάδ Ἀθηναίην: δεινὼ δέ οἱ ὄσσε φάανθεν: καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: τίπτ αὖτ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας· ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο· ἀλλ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω: ᾗς ὑπεροπλίῃσι τάχ ἄν ποτε θυμὸν ὀλέσσῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기