- 텍스트

Homer, Iliad, Book 1 20:

(호메로스, 일리아스, Book 1 20:)

τὸν δ ἠμείβετ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων:? φεῦγε μάλ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ ς ἔγωγε λίσσομαι εἵνεκ ἐμεῖο μένειν: πάρ ἔμοιγε καὶ ἄλλοι οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς. ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων: αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε: εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ ἔδωκεν: οἴκαδ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ ἐγὼ οὐκ ἀλεγίζω, οὐδ ὄθομαι κοτέοντος: ἀπειλήσω δέ τοι ὧδε: ὡς ἔμ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων, τὴν μὲν ἐγὼ σὺν νηΐ τ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι πέμψω, ἐγὼ δέ κ ἄγω Βρισηΐδα καλλιπάρῃον αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρ ἐῢ εἰδῇς ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION