Homer, Iliad, Book 1 13:

(호메로스, 일리아스, Book 1 13:)

καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντισ ἀμύμων· οὔ τ’ ἄρ ὅ γ’ εὐχωλῆσ ἐπιμέμφεται οὐδ’ ἑκατόμβησ, ἀλλ’ ἕνεκ’ ἀρητῆροσ ὃν ἠτίμησ’ Ἀγαμέμνων, οὐδ’ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ’ ἄποινα, τοὔνεκ’ ἄρ’ ἄλγε’ ἔδωκεν ἑκηβόλοσ ἠδ’ ἔτι δώσει· οὐδ’ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει πρίν γ’ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην ἀπριάτην ἀνάποινον, ἄγειν θ’ ἱερὴν ἑκατόμβην ἐσ Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.

SEARCH

MENU NAVIGATION