호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τὰ δὲ ἑρμάσματα καὶ ἀποστηρίγματα, οἱο῀ν στήθει, πλευρῇσι, κεφαλῇ, καὶ τοῖσιν ἄλλοισιν, ὅσα τοιαῦτα‧ τὰ μὲν, σφυγμῶν ἕνεκεν, ὡς μὴ ἐνσείηται‧ τὰ δὲ, καὶ τῶν διαστασίων τῶν κατὰ τὰς ἁρμονίας ἐν τοῖσι κατὰ τὴν κεφαλὴν ὀστέοισιν, ἐρεισμάτων χάριν‧ ἐπί τε βηχέων, ἢ πταρμέων, ἢ ἄλλης κινήσιος, οἱᾶ τὰ κατὰ θώρηκα καὶ κεφαλὴν ἀποστηρίγματα γίγνεται.? Τουτέων ἁπάντων αἱ αὐταὶ ξυμμετρίαι τῆς ἐπιδέσιος‧ ᾗ μὲν γὰρ τὰ σίνη, μάλιστα πιέζει‧ ὑποτιθέναι οὖν μαλθακόν τι ἁρμόζον τῷ πάθει‧ ἐπιδεῖν δὲ μὴ μᾶλλον πιεζεῦντα, ἢ ὥστε τοὺς σφυγμοὺς μὴ ἐνσείειν, μηδὲ μᾶλλον ἢ ὥστε τῶν διεστηκότων τὰ ἔσχατα τῶν ἁρμονιῶν ψαύειν ἀλλήλων, μηδὲ τὰς βῆχας καὶ τοὺς πταρμοὺς ὥστε κωλύειν, ἀλλ ὥστε ἀποστήριγμα εἶναι, ὡς μήτε διαναγκάζηται, μήτε ἐνσείηται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기