- 텍스트

Hippocrates, Oeuvres Completes D'Hippocrate., KAT' IHTREION., 24.

(히포크라테스, Oeuvres Completes D'Hippocrate., KAT' IHTREION., 24.)

Τὰ δὲ μινυθήματα, πουλὺ προσλαμβάνοντα τοῦ ὑγιέος, ἐπιδεῖν ὡς ἂν ἐξ ἐπιδρομῆς τὰ ξυντακέντα πλέον ἢ αὐτὰ ἐμινύθει, ἀλλοίῃ τῇ ἐπιδέσει παραλλάξαντα, ἐκκλίνειν ἐς τὴν αὔξησιν καὶ ἀνάπλασιν τῶν σαρκῶν ποιήσηται.? Βέλτιον δὲ καὶ τὸ ἄνωθεν, οἱο῀ν κνήμης, καὶ τὸν ἕτερον μηρὸν, καὶ τὸ σκέλος τὸ ὑγιὲς συνεπιδεῖν, ὡς ὁμοιότερον ᾖ, καὶ ὁμοίως ἐλινύῃ, καὶ ὁμοίως τῆς τροφῆς ἀποκλείηται καὶ δέχηται‧ ὀθονίων πλήθει, μὴ πιέξει‧ ἀνιέντα πρῶτον τὸ μάλιστα δεόμενον, καὶ ἀνατρίψει χρώμενον σαρκούσῃ, καὶ καταχύσει‧ ἄνευ ναρθήκων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION