- 텍스트

Hippocrates, Oeuvres Completes D'Hippocrate., KAT' IHTREION., 18.

(히포크라테스, Oeuvres Completes D'Hippocrate., KAT' IHTREION., 18.)

Ἐπιδεῖν δὲ τὸ πρῶτον‧ ὁ μὲν ἐπιδεδεμένος μάλιστα φάτω πεπιέχθαι κατὰ τὸ σίνος, ἥκιστα τὰ ἄκρα‧ ἡρμάσθαι δὲ, μὴ πεπιέχθαι‧ πλήθει, μὴ ἰσχύϊ‧ τὴν δὲ ἡμέρην ταύτην καὶ νύκτα, ὀλίγῳ μᾶλλον, τὴν δ ὑστέρην, ἧσσον‧ τρίτη, χαλαρά.? Εὑρεθήτω δὲ τῇ μὲν ὑστεραίῃ ἐν ἄκροισιν οἴδημα μαλθακόν‧ τῇ τρίτῃ δὲ τὸ ἐπιδεθὲν λυθὲν, ἰσχνότερον, παρὰ πάσας τὰς ἐπιδέσιας τοῦτο. Τῇ δὲ ὑστεραίῃ ἐπιδέσει, ἢν δικαίως ἐπιδεδεμένον φανῇ, μαθεῖν δεῖ‧ ἐντεῦθεν δὲ μᾶλλον καὶ ἐπὶ πλέοσι πιεχθήτω‧ τῇ δὲ τρίτῃ ἐπὶ μᾶλλον καὶ ἐπὶ πλέοσιν. Τῇ δὲ ἑβδόμῃ ἀπὸ τῆς πρώτης ἐπιδέσιος λυθέντα, εὑρεθήτω ἰσχνὰ, χαλαρὰ τὰ ὀστέα. Ἐς δὲ νάρθηκας, δεθέντα, ἢν ἰσχνὰ καὶ ἄκνησμα καὶ ἀνέλκεα ᾖ, ἐᾷν μέχρις εἴκοσιν ἡμερέων ἀπὸ τοῦ σίνεος‧ ἢν δέ τι ὑποπτεύηται, λῦσαι ἐν τῷ μέσῳ‧ νάρθηκας διὰ τρίτης ἐρείδειν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION