호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐπιδέσιος δύο εἴδεα, εἰργασμένον, καὶ ἐργαζόμενον.? Ἐργαζόμενον μὲν, ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως‧ ταχέως μὲν, ἀνύειν τὰ ἔργα‧ ἀπόνως δὲ, Ῥηῖδίως δρῇν‧ εὐπόρως δὲ, ἐς πᾶν ἑτοίμως‧ εὐρύθμως δὲ, ὁρῆσθαι ἡδέως‧ ἄφ ὧν δὲ ταῦτα ἀσκημάτων, εἴρηται. Εἰργασμένον δὲ ἀγαθῶς, καλῶς‧ καλῶς μὲν, ἁπλῶς, εὐκρινέως‧ ἢ ὅμοια καὶ ἴσα, ἴσως καὶ ὁμοίως‧ ἢ ἄνισα καὶ ἀνόμοια [, ἀνίσως καὶ ἀνομοίως]‧ τὰ δὲ εἴδεα, ἁπλοῦν, σκέπαρνον, σιμὸν, ὀφθαλμὸς, Ῥόμβος, καὶ ἡμίτομον‧ ἁρμόζον τὸ εἶδος τῷ εἴδει καὶ τῷ πάθει τοῦ ἐπιδεομένου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기