- 텍스트

Hippocrates, Oeuvres Completes D'Hippocrate., MOXLIKOS., 41.

(히포크라테스, Oeuvres Completes D'Hippocrate., MOXLIKOS., 41.)

Οἷσιν ἕλκεα ἐγένετο, ἢ αὐτίκα, ἢ ὀστέων ἐξισχόντων, ἢ ἔπειτα, ἢ κνησμῶν, ἢ τρηχυσμῶν, ταῦτα μὲν ἢν αἰσθῇ, εὐθέως σας, πισσηρὴν ἐπὶ τὸ ἕλκος ἐπιθεὶς, ἐπιδεῖν ὡς ἐπὶ τὸ ἕλκος πρῶτον τὴν ἀρχὴν βαλλόμενος, καὶ τἄλλα ὡς οὐ ταύτῃ τοῦ σίνεος ἐόντος‧ οὕτω γὰρ αὐτό τε ἰσχνότατον, καὶ ἐκπυήσει τάχιστα, καὶ περιῤῬήξεται, καὶ καθαρθέντα τάχιστα φύσεται νάρθηκας δὲ μήτε κατ αὐτὸ τοῦτο προσάγειν, μήτε πιέζειν‧ καὶ ὧν ὀστέα μὴ μεγάλα ἄπεισιν, οὕτω ποιέειν‧ ὧν δὲ μεγάλα, οὔ‧ πολλὴ γὰρ ἐμπύησις, καὶ ταῦτ οὐκ ἔτι οὕτως, ἀλλ ἀνέψυκται τῶν ὑποστασίων εἵνεκα.? Τὰ δὲ τοιαῦτα ὁπόσα ἐξέσχε, καὶ, εἴ τε ἐμβληθῇ, εἴ τε μὴ, ἐπίδεσις μὲν οὐκ ἐπιτήδειον, διάτασις δὲ, σφαῖραι ποιηθεῖσαι, οἱαῖ πέδαις, ἡ μὲν παρὰ σφυρὸν, ἡ δὲ παρὰ γόνυ, ἐς κνήμην πλατεῖαι, προσηνέες, ἰσχυραὶ, κρίκους ἔχουσαι‧ Ῥάβδοι τε σύμμετροι κρανίης καὶ μῆκος καὶ πάχος, ὥστε διατείνειν‧ ἱμάντια δὲ ἐξ ἄκρων ἀμφοτέρωθεν ἔχοντα εἰς τοὺς κρίκους ἐνδεδέσθαι, ὡς τὰ ἄκρα ἐς τὰς σφαίρας ἐνστηριζόμενα διαναγκάζῃ. Ιἤσις δὲ, πισσηρὴ θερμή‧ σχήματα, καὶ ποδὸς. θέσις καὶ ἰσχίου‧ δίαιτα ἀτρεκής. Ἐμβάλλειν τὰ ὀστέα τὰ ὑπερίσχοντα αὐθήμερα, ἢ δευτεραῖα, τεταρταῖα δὲ ἢ πεμπταῖα, μὴ, ἀλλ ἐπὴν ἰσχνὰ ᾖ. Ἡ δ ἐμβολὴ τοῖσι μοχλικοῖσιν‧ ἢ τὸ ἐμβαλλόμενον τοῦ ὀστέου, ἢν μὴ ἔχῃ ἀποστήριξιν, ἀποπρῖσαι τῶν κωλυόντων. Ἀτὰρ καὶ ὡς τὰ ψιλωθέντα ἀποπεσεῖται, καὶ βραχύτερα τὰ μέλεα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION