호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀποσφακελίσιος μέντοι σαρκῶν, καὶ ἐν τρώμασιν αἱμοῤῬόοις ἀποσφιγχθὲν, καὶ ἐν ὀστέων κατήγμασί πιεχθὲν, καὶ ἐν δεσμοῖς ἀπομελανθέν.? Ἐπὶ τοῖσι τοιουτέοισι καὶ ἐπὶ τοῖσι μελασμοῖσιν, αἱμοῤῬαγίαι‧ δυσεντερίαι, περὶ κρίσιν, λαῦροι μὲν, ὀλιγήμεροι δέ‧ οὐκ ἀπόσιτοι δὲ πάνυ, οὐδὲ πυρετώδεες, οὐδέ τι κενεαγγητέον. Καὶ οἷσι μηροῦ μέρος ἀποπίπτει καὶ βραχίονος, ὀστέα τε καὶ σάρκες [ἀποπίπτουσι], πολλοὶ περιγίνονται, ὡς τά γε ἄλλα εὐφορώτερα. Οἷσι μὲν οὖν καταγέντων ὀστέων, αἱ μὲν περιῤῬήξιες ταχεῖαι, αἱ δὲ τῶν ὀστέων ἀποπτώσιες, ᾗ ἂν τὰ ὁρ´ια τῇς ψιλώσιος ᾖ, ταύτῃ ἀποπίπτουσι, βραδύτερον δέ. Δεῖ δὲ τὰ κατωτέρω τοῦ τρώματος προσαφαιρέειν καὶ τοῦ σώματος τοῦ ὑγιέος ῾προθνήσκει γὰῤ, φυλασσόμενον ὀδύνην‧ ἅμα γὰρ λειποθυμίῃ θνήσκουσιν. Μηροῦ ὀστέον ἀπελύθη ἐκ τοιούτου ὀγδοηκοσταῖον, ἡ δὲ κνήμη ἀφῃρέθη εἰκοσταίη‧ κνήμης δὲ ὀστέα κατὰ μέσην, ἑξηκοσταῖα ἀπελύθη. Ἐκ τοιουτέων ταχὺ καὶ βραδέως, αἱ πιέξιες αἱ ἰητρικαί. Τὰ δ ἄλλα ὅσα ἡσυχαίως, τὰ μὲν ὀστέα οὐκ ἀποπίπτει, οὐδὲ σαρκῶν ψιλοῦται, ἀλλ ἐπιπολαιότερον. Προσδέχεσθαι ταῦτα χρή‧ τὰ γὰρ πλεῖστα φοβερώτερα ἢ κακίω. Ἡ ἰήσις πραεῖα‧ θέρμῃ, διαίτῃ ἀκριβεῖ‧ κίνδυνος αἱμοῤῬαγιῶν, ψύχεος‧ σχήματα δὲ, ὡς μὲν ἀνάῤῬοπα, ἔπειτα ὑποστάσιος πύου εἵνεκα ἐξ ἴσου ἢ ὅσα ξυμφέρει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기