호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἢν δὲ ἐξαρθρήσαντα ἕλκος ποιησάμενα ἐξίσχῃ, ἐώμενα ἀμείνω, ὥστε δὴ μὴ ἀπκιωρέεσθαι, μηδ ἀπαναγκάζεσθαι.? Ιἤσις δὲ, πισσηρῇ, ἢ σπλήνεσιν οἰνηροῖσι θερμοῖσιν ἅπασι γὰρ τουτέοισι τὸ ψυχρὸν κακὸν᾿, καὶ φύλλοισιν‧ χειμῶνος δὲ, εἰρίοισι Ῥερυπωμένοισι τῆς σκέπης εἵνεκα‧ μὴ καταπλάσσειν, μηδὲ ἐπιδεῖν‧ δίαιτα λεπτή. Ψῦχος, ἄχθος πουλὺ, πίεξις, ἀνάγκη, σχήματος τάξις‧ εἰδέναι μὲν οὖν ταῦτα πάντα ὀλέθρια. Μετρίως δὲ θεραπευθέντες, χωλοὶ αἰσχρῶς‧ ἢν γὰρ παρὰ πόδας γένηται, ποὺς ἀνασπᾶται καὶ ἤν πη ἄλλῃ, κατὰ λόγον. Ὀστέα οὐ μάλα ἀφίστανται‧ μικρὰ γὰρ ψιλοῦται, περιωτειλοῦται λεπτῶς. Τουτέων τὰ μέγιστα κινδυνωδέστατα, καὶ τὰ ἀνωτάτω. Ἐλπὶς δὲ μούνη σωτηρίης, ἐὰν μὴ ἐμβάλλῃ, πλὴν τὰ κατὰ δακτύλους, καὶ χεῖρα ἄκρην‧ ταῦτα δὲ, προειπέτω τοὺς κινδύνους‧ ἐγχειρέειν ἐμβάλλειν ἢ τῇ πρώτῂ, ἢ τῇ δευτέρῃ‧ ἢν δὲ μὴ, πρὸς τὰς δέκα‧ ἥκιστα τεταρταῖα‧ ἐμβολὴ δὲ, οἱ μοχλίσκοι‧ ἰήσις δὲ, ὡς κεφαλῆς ὀστέων, καὶ θέρμη‧ ἐλλεβόρῳ δὲ καὶ αὐτίκα ἐπὶ τοῖσιν ἐμβαλλομένοισι βέλτιον χρῆσθαι. Τὰ δ ἄλλα, εὖ εἰδέναι δεῖ, ὅτι, ἐμβαλλομένων, θάνατοι‧ τὰ μέγιστα καὶ τὰ ἀνωτάτω μάλιστα καὶ τάχιστα. Ποὺς δὲ ἐκβὰς, σπασμὸς, γάγγραινα‧ καὶ ἢν ἐμβληθέντι ἐπιγένηταί τι τουτέων, ἐκβάλλοντι ἐλπὶς, εἴ τις ἄρα ἐλπίς‧ οὐ γὰρ ἀπὸ τῶν χαλώντων οἱ σπασμοὶ, ἀλλ ἀπὸ τῶν ἐντεινόντων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기