호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τριχώσιος. Ὑποθεὶς τὸ Ῥάμμα τῇ βελόνῃ τῇ τὸ κύαρ ἐχούσῃ, κατὰ τὸ ὀξὺ τῆς ἄνω τάσιος τοῦ βλεφάρου ἐς τὸ κάτω διακεντήσας δίες, καὶ ἄλλο ὑποκάτω τούτου‧ ἀνατείνας δὲ τὰ Ῥάμματα Ῥάψον καὶ κατάδει, ἑώς ἂν ἀποπέσῃ‧ κἢν μὲν ἱκανῶς ἔχῃ‧ εἰ δὲ μὴ, ἢν ἐλλείπῃ, ὀπίσω ποιέειν τὰ αὐτά. Καὶ τὰς αἱμοῤῬοΐδας τὸν αὐτὸν τρόπον διώσεις τῇ βελόνῃ, ὡς παχύτατον εἰρίου οἰσυπηροῦ Ῥάμμα καὶ ὡς μέγιστον ἀποδήσας, ἀσφαλεστέρη γὰρ γίγνεται ἡ θεραπείη‧ εἶτα ἀποπιέσας, τῷ σηπτῷ χρέο, καὶ μὴ βρέχε πρὶν ἀποπέσῃ, καὶ αἰεὶ μίην καταλίμπανε, καὶ μετὰ ταῦτα ἀναλαβὼν ἐλλεβορίσαι. Εἶτα γυμναζέσθω καὶ ἀφιδρούτω‧ γυμνασίου δὲ τρίψις, πάλη ἀπὸ ὄρθρου‧ δρόμου δὲ ἀπεχέσθω, καὶ μέθης, καὶ τῶν δριμέων ἔξω ὀριγάνου‧ ἐμεέτω δὲ δι ἑπτὰ ἡμερέων ἢ τρὶς ἐν τῷ μηνί‧ οὕτω γὰρ ἂν ἔχοι ἄριστα τὸ σῶμα‧ οἶνον δὲ κιῤῬὸν αὐστηρὸν, ὑδαρέα, καὶ ὀλίγον τὸ ποτὸν πινέτω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기