호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Εἰδέναι δὲ τοὺς κεφαλαλγικοὺς ἐκ γυμνασίων ἢ δρόμων ἢ πορειῶν ἢ κυνηγεσίων ἢ ἄλλου τινὸς πόνου ἀκαίρου, ἢ ἐξ ἀφροδισίων, τοὺς ἀχρόους, τοὺς βραγχαλέους, τοὺς σπληνώδεας, τοὺς λειφαίμους, τοὺς πνευματώδεας, τοὺς ξηρὰ βήσσοντας καὶ διψώδεας, τοὺς φυσώδεας, φλεβῶν ἀπολήψιας, ἐντεταμένους ὑποχόνδρια καὶ πλευρὰ καὶ μετάφρενον, τοὺς ἀπονεναρκωμένους, καὶ ἀμαυρὰ βλέποντας, καὶ οἷσιν ἦχοι τῶν οὐάτων ἐμπίπτουσι, καὶ τῆς οὐρήθρης ἀκρατέως διακειμένους, τοὺς ἰκτεριώδεας, καὶ ὧν αἱ κοιλίαι ὠμὰ ἐκβάλλουσι, καὶ αἱμοῤῬαγέοντας ἐκ Ῥινὸς ἢ καθ ἕδρην σφοδρῶς, ἢν ἐν ἐμφυσήμασιν ἐώσιν, ἢ πόνος αὐτοῖσιν ἐπιτρέχῃ σφοδρὸς, καὶ μὴ ἐπικρατέωσιν‧ τῶν τοιῶνδε μηδένα φαρμακεύειν‧ κίνδυνόν τε γὰρ ἕξει, καὶ οὐδὲν ὀνήσεις, τάς τε ἀπὸ ταὐτομάτου ἀπαλλάξιας καὶ κρίσιας ἀφαιρήσεις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기