호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὑδρώπων δύο φύσιες, ὧν ὁ μὲν ὑποσαρκίδιος, ἐγχειρέων γίγνεσθαι ἄφυκτος, ὁ δὲ μετ ἐμφυσημάτων, πολλῆς εὐτυχίης δεόμενος‧ μάλιστα δὲ ταλαιπωρίη, καὶ πυρίη, καὶ ἐγκρατείη‧ ξηρὰ δὲ καὶ δριμέα ἐσθιέτω‧ οὕτω γὰρ οὐρητικώτατος ἂν εἰή, καὶ ἰσχύοι μάλιστα. Ἢν δὲ δύσπνοος ᾖ, καὶ ἡ ὡρ´η θερινὴ ἐοῦσα τύχῃ, καὶ ἡ ἡλικίη ἀκμάζη, καὶ Ῥώμη ᾖ, ἀπὸ τοῦ βραχίονος αἷμα ἀφαιρέειν‧ εἶτα θερμοὺς ἄρτους ἐξ οἴνου μέλανος καὶ ἐλαίου ἀποβάπτων ἐσθιέτω‧ καὶ ὡς ἐλάχιστα πίνων, ὡς πλεῖστα πονεέτω, καὶ κρέα ὑειά σαρκώδεα ἐσθιέτω μετὰ ὄξους ἑφθὰ, ὅκως πρὸς τοὺς προσάντεας περιπάτους ἀντέχῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기