- 텍스트

Hippocrates, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΘΑ.?, 3.

(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΘΑ., 3.)

Φλεγμαίνοντα ὑποχόνδρια μὴ πνευμάτων ἀπολήψει, φρενῶν ἐντάσιες, ἢ πνευμάτων προστάσιες, ὀρθοπνοίης ξηρῆς, οἷσι μὴ πῦον ὕπεστιν, ἀλλὰ ὑπὸ πνεύματος ἀπολήψιος τὰ παθήματα ταῦτα ὑπογίγνεται, μάλιστα δὲ ἥπατος περιωδυνίαι, καὶ σπληνὸς βαρέα, καὶ ἄλλαι φλεγμασίαι τε καὶ ὑπὲρ φρενῶν περιωδυνίαι, καὶ ξυστροφαὶ νουσημάτων, οὐ δύνανται λύεσθαι, ἤν τις πρῶτον ἐπιχειρέῃ φαρμακεύειν‧ ἀλλὰ φλεβοτομίη τῶν τοιῶνδε ἡγεμονικόν ἐστιν‧ ἔπειτα δὲ ἐπὶ κλυσμὸν, ἢν μὴ μέγα καὶ ἰσχυρὸν τὸ νούσημα ᾖ‧ εἰ δὲ μὴ, καὶ ὕστερον φαρμακείης δεῖ‧ δέεται δὲ ἀσφαλείης καὶ μετριότητος μετὰ φαρμακείης φλεβοτομίη. Ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῶν νούσων εὐθέως ἐπιχειρέουσι λύειν φαρμακείῃ, τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντος οὐδὲν ἀφαιρέουσιν‧ οὐ γὰρ ἐνδιδοῖ ὠμὸν ἐὸν τὸ πάθος‧ τὰ δὲ ἀντέχοντα τῷ νουσήματι καὶ ὑγιεινὰ ξυντήκουσιν‧ ἀσθενέος δὲ τοῦ σώματος γενομένου, τὸ νούσημα ἐπικρατέει‧ ὁκόταν δὲ τὸ νούσημα ἐπικρατήσῃ τοῦ σώματος, τὸ τοιόνδε ἀνιήτως ἔχει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION