호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἵδε μὲν ἡμέραι εἰσιν ἐπιχθονίοις μέγ ὄνειαρ, αἱ δ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι.? ἄλλος δ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν. ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ. τάων εὐδαίμων τε καὶ ὄλβιος, ὃς τάδε πάντα εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν, ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기