- 텍스트

Hesiod, Works and Days, Book WD 94:

(헤시오도스, 일과 날, Book WD 94:)

αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος, εὖτ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν.? φυτὰ δ ἐνθρέψασθαι ἀρίστη. Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ: τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ: ὀγδοάτη δ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸς ἔξοχ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι: ἑνδεκάτη δὲ δυωδεκάτη τ, ἄμφω γε μὲν ἐσθλαί, ἠμὲν ὀίς πείκειν ἠδ εὔφρονα καρπὸν ἀμᾶσθαι: ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγ ἀμείνων: τῇ γάρ τοι νῇ νήματ ἀερσιπότητος ἀράχνης ἤματος ἐκ πλείου, ὅτε ἴδρις σωρὸν ἀμᾶται: τῇ δ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον. Μηνὸς δ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι σπέρματος ἄρξασθαι:?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION