호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μηδ ἐπ ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινον, παῖδα δυωδεκαταῖον, ὅτ ἀνέρ ἀνήνορα ποιεῖ, μηδὲ δυωδεκάμηνον:? ἴσον καὶ τοῦτο τέτυκται. μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι ἀνέρα: λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστ ἐπὶ καὶ τῷ ποινή. μηδ ἱεροῖσιν ἐπ αἰθομένοισι κυρήσας μωμεύειν ἀίδηλα: θεός νύ τι καὶ τὰ νεμεσσᾷ. μηδέ ποτ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων μηδ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δ ἐξαλέασθαι: μηδ ἐναποψύχειν: τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기