- 텍스트

Hesiod, Works and Days, Book WD 76:

(헤시오도스, 일과 날, Book WD 76:)

ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι, μήτε τριηκόντων ἐτέων μάλα πόλλ ἀπολείπων μήτ ἐπιθεὶς μάλα πολλά:? γάμος δέ τοι ὡρ´ιος οὗτος: ἡ δὲ γυνὴ τέτορ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο. παρθενικὴν δὲ γαμεῖν, ὥς κ ἤθεα κεδνὰ διδάξῃς. τὴν δὲ μάλιστα γαμεῖν, ἥ τις σέθεν ἐγγύθι ναίει, πάντα μάλ ἀμφιιδών, μὴ γείτοσι χάρματα γήμῃς. οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετ ἄμεινον τῆς ἀγαθῆς, τῆς δ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο, δειπνολόχης: ἥτ ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα εὑεί ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION