호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄλλος δ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν:? ἦμος δὴ τὸ πρῶτον, ὅσον τ ἐπιβᾶσα κορώνη ἴχνος ἐποίησεν, τόσσον πέταλ ἀνδρὶ φανείῃ ἐν κράδῃ ἀκροτάτῃ, τότε δ ἄμβατός ἐστι θάλασσα: εἰαρινὸς δ οὗτος πέλεται πλόος. οὔ μιν ἔγωγε αἴνημ: οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν: ἁρπακτός: χαλεπῶς κε φύγοις κακόν: ἀλλά νυ καὶ τὰ ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο: χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν. δεινὸν δ ἐστὶ θανεῖν μετὰ κύμασιν. ἀλλά ς ἄνωγα φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω. μηδ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι: ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι. δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι. δεινὸν δ, εἴ κ ἐπ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας ἄξονα. καυάξαις καὶ φορτία μαυρωθείη. μέτρα φυλάσσεσθαι: καιρὸς δ ἐπὶ πᾶσιν ἄριστος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기