호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο, ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὡρ´ης, ὡραῖος πέλεται θνητοῖς πλόος:? οὔτε κε νῆα καυάξαις οὔτ ἄνδρας ἀποφθείσειε θάλασσα, εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι: ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε. τῆμος δ εὐκρινέες τ αὖραι καὶ πόντος ἀπήμων: εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας ἑλκέμεν ἐς πόντον φόρτον τ ἐς πάντα τίθεσθαι, σπεύδειν δ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι: μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον καὶ χειμῶν ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας, ὅστ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기