- 텍스트

Hesiod, Works and Days, Book WD 72:

(헤시오도스, 일과 날, Book WD 72:)

εὖτ ἂν ἐπ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν βούληαι χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα, δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης, οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.? οὐ γάρ πώ ποτε νηί γ ἐπέπλων εὐρέα πόντον, εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ᾗ ποτ Ἀχαιοὶ μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα. ἔνθα δ ἐγὼν ἐπ ἀέθλα δαΐφρονος Ἀμφιδάμαντος Χαλκίδα τ εἲς ἐπέρησα: τὰ δὲ προπεφραδμένα πολλὰ ἀέθλ ἔθεσαν παῖδες μεγαλήτορος: ἔνθα μέ φημι ὕμνῳ νικήσαντα φέρειν τρίποδ ὠτώεντα. τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσς ἀνέθηκα, ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς. τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων: ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο: Μοῦσαι γάρ μ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION