호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ, εὖτ ἂν Πληιάδες σθένος ὄβριμον Ωἀρίωνος φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον, δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται:? νάσσατο δ ἄγχ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ, Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτ ἐσθλῇ. καὶ τότε μηκέτι νῆας ἔχειν ἐνὶ οἴνοπι πόντῳ, γῆν ἐργάζεσθαι μεμνημένος, ὥς σε κελεύω. νῆα δ ἐπ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισι πάντοθεν, ὄφρ ἴσχως ἀνέμων μένος ὑγρὸν ἀέντων, χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος. ὅπλα δ ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳ εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο: πηδάλιον δ ἐυεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι. αὐτὸς δ ὡραῖον μίμνειν πλόον, εἰσόκεν ἔλθῃ: καὶ τότε νῆα θοὴν ἅλαδ ἑλκέμεν, ἐν δέ τε φόρτον ἄρμενον ἐντύνασθαι, ἵν οἴκαδε κέρδος ἄρηαι, ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρσῃ, πλωίζεσκ ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ: ὅς ποτε καὶ τῇδ ἦλθε, πολὺν διὰ πόντον ἀνύσσας, Κύμην Αἰολίδα προλιπών, ἐν νηὶ μελαίνῃ: οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον, ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기