호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δμωσὶ δ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν δινέμεν, εὖτ ἂν πρῶτα φανῇ σθένος Ωἀρίωνος, χώρῳ ἐν εὐαέι καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ.? μέτρῳ δ εὖ κομίσασθαι ἐν ἄγγεσιν: αὐτὰρ ἐπὴν δὴ πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου, θῆτά τ ἀοίκον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον δίζησθαι κέλομαι: χαλεπὴ δ ὑπόπορτις ἔριθος: καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου, μή ποτέ ς ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθ ἕληται. χόρτον δ ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἰή βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειτα δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기