- 텍스트

Hesiod, Works and Days, Book WD 65:

(헤시오도스, 일과 날, Book WD 65:)

ἦμος δὲ σκόλυμός τ ἀνθεῖ καὶ ἠχέτα τέττιξ δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετ ἀοιδὴν πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὡρ´ῃ, τῆμος πιόταταί τ αἶγες καὶ οἶνος ἄριστος, μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει, αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος:? ἀλλὰ τότ ἤδη εἰή πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος, μάζα τ ἀμολγαίη γάλα τ αἰγῶν σβεννυμενάων, καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης πρωτογόνων τ ἐρίφων: ἐπὶ δ αἴθοπα πινέμεν οἶνον, ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς, ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα, κρήνης τ αἰενάου καὶ ἀπορρύτου, ἥτ ἀθόλωτος, τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION