호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ὁπότ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων:? ἀλλ ἁρ´πας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν: φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπ ἠόα κοῖτον ὡρ´ῃ ἐν ἀμήτου, ὅτε τ ἠέλιος χρόα κάρφει. τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἰή. ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν, ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου, ἠώς, ἥτε φανεῖσα πολέας ἐπέβησε κελεύθου ἀνθρώπους πολλοῖσί τ ἐπὶ ζυγὰ βουσὶ τίθησιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기