호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω, χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα:? στήμονι δ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι: τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι, μηδ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα. ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας. πρωτογόνων δ ἐρίφων, ὁπότ ἂν κρύος ὡρ´ιον ἔλθῃ, δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρ ἐπὶ νώτῳ ὑετοῦ ἀμφιβάλῃ ἀλέην: κεφαλῆφι δ ὕπερθεν πῖλον ἔχειν ἀσκητόν, ἵν οὐάτα μὴ καταδεύῃ: ψυχρὴ γάρ τ ἠὼς πέλεται Βορέαο πεσόντος ἠώιος δ ἐπὶ γαῖαν ἀπ οὐρανοῦ ἀστερόεντος ἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις: ὅστε ἀρυσάμενος ποταμῶν ἄπο αἰεναόντων, ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ ἄλλοτε μέν θ ὑεί ποτὶ ἕσπερον, ἄλλοτ ἀήσι πυκνὰ Θρηικίου Βορέου νέφεα κλονέοντος. τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι, μή ποτέ ς οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ, χρῶτα δὲ μυδαλέον θήῃ κατά θ εἵματα δεύσῃ. ἀλλ ὑπαλεύασθαι: μεὶς γὰρ χαλεπώτατος οὗτος, χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δ ἀνθρώποις. τῆμος τὤμισυ βουσίν, ἐπ ἀνέρι δὲ πλέον εἰή ἁρμαλιῆς: μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν. ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰσόκεν αὖτις γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기