- 텍스트

Hesiod, Works and Days, Book WD 59:

(헤시오도스, 일과 날, Book WD 59:)

μῆνα δὲ Ληναιῶνα, κάκ ἤματα, βουδόρα πάντα, τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵτ ἐπὶ γαῖαν πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν, ὅστε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ ἐμπνεύσας ὤρινε:? μέμυκε δὲ γαῖα καὶ ὕλη: πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη. θῆρες δὲ φρίσσους, οὐρὰς δ ὑπὸ μέζε ἔθεντο, τῶν καὶ λάχνῃ δέρμα κατάσκιον: ἀλλά νυ καὶ τῶν ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων. καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται, οὐδέ μιν ἴσχει: καί τε δι αἶγα ἀήσι τανύτριχα: πώεα δ οὔ τι, οὕνεκ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν ἲς ἀνέμου Βορέου: τροχαλὸν δὲ γέροντα τίθησιν. καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν, ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης: εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπ ἐλαίῳ χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου ἤματι χειμερίῳ, ὅτ ἀνόστεος ὃν πόδα τένδει ἔν τ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν. οὐδέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι: ἀλλ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει. καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα φεύγουσιν: καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν, ὡς σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχωσι καὶ γλάφυ πετρῆεν: τότε δὴ τρίποδι βροτῷ ἶσοι, οὗ τ ἐπὶ νῶτα ἐάγε, κάρη δ εἰς οὖδας ὁρᾶται, τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION