호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πὰρ δ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην ὡρ´ῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων ἰσχάνει, ἔνθα κ ἀόκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι, μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.? πολλὰ δ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων, χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ. ἐλπὶς δ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἰή.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기