호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν, ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων, ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων, οἴσεις δ ἐν φορμῷ:? παῦροι δέ σε θηήσονται. ἄλλοτε δ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο, ἀργαλέος δ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι. εἰ δέ κεν ὄψ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἰή: ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπ ἀπείρονα γαῖαν, τῆμος Ζεὺς ὑοί τρίτῳ ἤματι μηδ ἀπολήγοι, μήτ ἄρ ὑπερβάλλων βοὸς ὁπλὴν μήτ ἀπολείπων: οὕτω κ ὀψαρότης πρῳηρότῃ ἰσοφαρίζοι. ἐν θυμῷ δ εὖ πάντα φυλάσσεο: μηδέ σε λήθοι μήτ ἐάρ γιγνόμενον πολιὸν μήθ ὡρ´ιος ὄμβρος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기