- 텍스트

Hesiod, Works and Days, Book WD 53:

(헤시오도스, 일과 날, Book WD 53:)

εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θ ἁγνῇ, ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν, ἀρχόμενος τὰ πρῶτ ἀρότου, ὅτ ἂν ἄκρον ἐχέτλης χειρὶ λαβὼν ὁρ´πηκα βοῶν ἐπὶ νῶτον ἵκηαι ἔνδρυον ἑλκόντων μεσάβων.? ὁ δὲ τυτθὸς ὄπισθε δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη σπέρμα κατακρύπτων: ἐυθημοσύνη γὰρ ἀρίστη θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη. ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζε, εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι, ἐκ δ ἀγγέων ἐλάσειας ἀράχνια: καί σε ἐόλπα γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος. εὐοχθέων δ ἵξεαι πολιὸν ἐάρ, οὐδὲ πρὸς ἄλλους αὐγάσεαι: σέο δ ἄλλος ἀνὴρ κεχρημένος ἔσται.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION