호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς πολλὸν ἐλαφρότερος:? δὴ γὰρ τότε Σείριος ἀστὴρ βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ: τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ ὕλη, φύλλα δ ἔραζε χέει, πτόρθοιό τε λήγει: τῆμος ἄρ ὑλοτομεῖν μεμνημένος ὡρ´ια ἔργα. ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν, ἄξονα δ ἑπταπόδην: μάλα γάρ νύ τοι ἄρμενον οὕτω: εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο. τρισπίθαμον δ ἄψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ. πόλλ ἐπικαμπύλα κᾶλα: φέρειν δὲ γύην, ὅτ ἂν εὑρ´ῃς, ἐς οἶκον, κατ ὄρος διζήμενος ἢ κατ ἄρουραν, πρίνινον: ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν, εὖτ ἂν Ἀθηναίης δμῷος ἐν ἐλύματι πήξας γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι. δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον, αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω: εἴ χ ἕτερον ἄξαις, ἕτερόν κ ἐπὶ βουσὶ βάλοιο. δάφνης δ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες, δρυὸς ἔλυμα, γύης πρίνου: βόε δ ἐνναετήρω ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν, ἥβης μέτρον ἔχοντε: τὼ ἐργάζεσθαι ἀρίστω. οὐκ ἂν τώ γ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν. τοῖς δ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον, ὃς ἔργου μελετῶν ἰθεῖάν κ αὔλακ ἐλαύνοι, μηκέτι παπταίνων μεθ ὁμήλικας, ἀλλ ἐπὶ ἔργῳ θυμὸν ἔχων: τοῦ δ οὔτι νεώτερος ἄλλος ἀμείνων σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι. κουρότερος γὰρ ἀνὴρ μεθ ὁμήλικας ἐπτοίηται.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기