- 텍스트

Hesiod, Works and Days, Book WD 46:

(헤시오도스, 일과 날, Book WD 46:)

πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων ἄρχεσθ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων.? αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου. οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης ἐγγύθι ναιετάους, οἵ τ ἄγκεα βησσήεντα, πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον ναίουσιν: γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν, γυμνὸν δ ἀμάειν, εἴ χ ὡρ´ια πάντ ἐθέλῃσθα ἔργα κομίζεσθαι Δημήτερος: ὥς τοι ἕκαστα ὡρ´ι ἀέξηται, μή πως τὰ μέταζε χατίζων πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς. ὡς καὶ νῦν ἐπ ἔμ ἦλθες: ἐγὼ δέ τοι οὐκ ἐπιδώσω οὐδ ἐπιμετρήσω: ἐργάζευ, νήπιε Πέρση, ἔργα, τά τ ἀνθρώποισι θεοὶ διετεκμήραντο, μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δ ἀμελῶσιν. δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι: ἢν δ ἔτι λυπῇς, χρῆμα μὲν οὐ πρήξεις, σὺ δ ἐτώσια πόλλ ἀγορεύσεις: ἀχρεῖος δ ἔσται ἐπέων νομός. ἀλλά ς ἄνωγα φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τ ἀλεωρήν.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION