- 텍스트

Hesiod, Works and Days, Book WD 40:

(헤시오도스, 일과 날, Book WD 40:)

μὴ κακὰ κερδαίνειν:? κακὰ κέρδεα ἶς ἀάτῃσιν. τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προσιόντι προσεῖναι. καὶ δόμεν, ὅς κεν δῷ, καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ. δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δ οὔτις ἔδωκεν. δὼς ἀγαθή, ἁρ´παξ δὲ κακή, θανάτοιο δότειρα. ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, ὅ γε, κεἰ μέγα δοίη, χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν: ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας, καί τε σμικρὸν ἐόν, τό γ ἐπάχνωσεν φίλον ἦτορ. ὃς δ ἐπ ἐόντι φέρει, ὃ δ ἀλέξεται αἴθοπα λιμόν: εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο καὶ θαμὰ τοῦτ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο. οὐδὲ τό γ ἐν οἴκῳ κατακείμενον ἀνέρα κήδει. οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν. ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῷ χρηίζειν ἀπεόντος, ἅ σε φράζεσθαι ἄνωγα. ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι, μεσσόθι φείδεσθαι: δειλὴ δ ἐνὶ πυθμένι φειδώ.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION