호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χρήματα δ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω.? εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται, ἢ ὅ γ ἀπὸ γλώσσης ληίσσεται, οἱά῀ τε πολλὰ γίγνεται, εὖτ ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ ἀνθρώπων, αἰδῶ δέ τ ἀναιδείη κατοπάζῃ: ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκον ἀνέρι τῷ, παῦρον δέ τ ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ. ἶσον δ ὅς θ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξῃ, ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ κρυπταδίης εὐνῆς ἀλόχου, παρακαίρια ῥέζων, ὅς τέ τευ ἀφραδίῃς ἀλιταίνεται ὀρφανὰ τέκνα, ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ νεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσιν: τῷ δ ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν ἔργων ἀντ ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν. ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἐέργ ἀεσίφρονα θυμόν. κὰδ δύναμιν δ ἔρδειν ἱέρ ἀθανάτοισι θεοῖσιν ἁγνῶς καὶ καθαρῶς, ἐπὶ δ ἀγλαὰ μηρία καίειν: ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε ἱλάσκεσθαι, ἠμὲν ὅτ εὐνάζῃ καὶ ὅτ ἂν φάος ἱερὸν ἔλθῃ, ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν, ὄφρ ἄλλων ὠνῇ κλῆρον, μὴ τὸν τεὸν ἄλλος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기