- 텍스트

Hesiod, Works and Days, Book WD 36:

(헤시오도스, 일과 날, Book WD 36:)

οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσῃ φρασσάμενος, τά κ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω:? ἐσθλὸς δ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται: ὃς δέ κε μήτ αὐτὸς νοέῃ μήτ ἄλλου ἀκούων ἐν θυμῷ βάλληται, ὃ δ αὖτ ἀχρήιος ἀνήρ. ἀλλὰ σύ γ ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε λιμὸς ἐχθαίρῃ, φιλέῃ δέ ς ἐυστέφανος Δημήτηρ αἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν: λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί. τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες, ὅς κεν ἀεργὸς ζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν, οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ ἔσθοντες: σοὶ δ ἔργα φίλ ἔστω μέτρια κοσμεῖν, ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί. ἐξ ἔργων δ ἄνδρες πολύμηλοί τ ἀφνειοί τε: καὶ ἐργαζόμενοι πολὺ φίλτεροι ἀθανάτοισιν. ἔργον δ οὐδὲν ὄνειδος, ἀεργίη δέ τ ὄνειδος. εἰ δέ κε ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς πλουτεῦντα: πλούτῳ δ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ. δαίμονι δ οἱο῀ς ἐήσθα, τὸ ἐργάζεσθαι ἄμεινον, εἴ κεν ἀπ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν εἰς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω. αἰδὼς δ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, αἰδώς, ἥ τ ἄνδρας μέγα σίνεται ἠδ ὀνίνησιν. αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION