호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ Πέρση, σὺ δ ἄκουε δίκης, μηδ ὕβριν ὄφελλε:? ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ: οὐδὲ μὲν ἐσθλὸς ῥηιδίως φερέμεν δύναται, βαρύθει δέ θ ὑπ αὐτῆς ἐγκύρσας ἄτῃσιν: ὁδὸς δ ἑτέρηφι παρελθεῖν κρείσσων ἐς τὰ δίκαια: Δίκη δ ὑπὲρ Ὕβριος ἴσχει ἐς τέλος ἐξελθοῦσα: παθὼν δέ τε νήπιος ἔγνω. αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσιν. τῆς δὲ Δίκης ῥόθος ἑλκομένης, ᾗ κ ἄνδρες ἄγωσι δωροφάγοι, σκολιῇς δὲ δίκῃς κρίνωσι θέμιστας. ἣ δ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν, ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα, οἵ τε μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν. Οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου, τοῖσι τέθηλε πόλις, λαοὶ δ ἀνθεῦσιν ἐν αὐτῇ: εἰρήνη δ ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτ αὐτοῖς ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς: οὐδέ ποτ ἰθυδίκῃσι μετ ἀνδράσι λιμὸς ὀπηδεῖ οὐδ ἄτη, θαλίῃς δὲ μεμηλότα ἔργα νέμονται. τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας: εἰροπόκοι δ ὀιές μαλλοῖς καταβεβρίθασιν: τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσιν: θάλλουσιν δ ἀγαθοῖσι διαμπερές: οὐδ ἐπὶ νηῶν νίσσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기