호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μηκέτ ἔπειτ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι ἀνδράσιν, ἀλλ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι.? νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον: οὐδέ ποτ ἦμαρ παύονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ φθειρόμενοι. χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας: ἀλλ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν. Ζεὺς δ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων, εὖτ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν. οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες, οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ, οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ. αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας: μέμψονται δ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι σχέτλιοι οὐδὲ θεῶν ὄπιν εἰδότες: οὐδέ κεν οἵ γε γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν χειροδίκαι: ἕτερος δ ἑτέρου πόλιν ἐξαλαπάξει. οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὔτε δικαίου οὔτ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν ἀνέρες αἰνήσουσι: δίκη δ ἐν χερσί, καὶ αἰδὼς οὐκ ἔσται: βλάψει δ ὁ κακὸς τὸν ἀρείονα φῶτα μύθοισιν σκολιοῖς ἐνέπων, ἐπὶ δ ὁρ´κον ὀμεῖται. ζῆλος δ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι δυσκέλαδος κακόχαρτος ὁμαρτήσει, στυγερώπης. καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης λευκοῖσιν φάρεσσι καλυψαμένα χρόα καλὸν ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντ ἀνθρώπους Αἰδὼς καὶ Νέμεσις: τὰ δὲ λείψεται ἄλγεα λυγρὰ θνητοῖς ἀνθρώποισι: κακοῦ δ οὐκ ἔσσεται ἀλκή.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기