호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖ ἐκάλυψε, - τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοῖς καλέονται, δεύτεροι, ἀλλ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ - , Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων χάλκειον ποίης, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον, ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον:? οἷσιν Ἄρηος ἔργ ἔμελεν στονόεντα καὶ ὕβριες: οὐδέ τι σῖτον ἤσθιον, ἀλλ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν, ἄπλαστοι: μεγάλη δὲ βίη καὶ χεῖρες ἀάπτοι ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν. ὧν δ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι χαλκῷ δ εἰργάζοντο: μέλας δ οὐκ ἔσκε σίδηρος. καὶ τοὶ μὲν χείρεσσιν ὕπο σφετέρῃσι δαμέντες βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Αίδαο νώνυμνοι: θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας εἷλε μέλας, λαμπρὸν δ ἔλιπον φάος ἠελίοιο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기